Το λυπηρό αυτών των ημερών είναι ότι βλέπουμε τον Ιούδα απλώς «μετεμελήθη» όπως λέει το ευαγγέλιο, ουσιαστικά κατάλαβε τι έκανε και αντί να...
κάνει το απλό πράγμα να πάει στον Χριστό και να του ζητήσει συγνώμη, αφού ήξερε ότι Χριστός θα τον συγχωρούσε, κάνει το μεγαλύτερο κακό που δεν έχει επιστροφή, αυτοκτονεί! Ο Ιούδας δεν μετάνιωσε αλλά απλά μεταμελήθηκε. Η διαφορά είναι μεγάλη! Η σωστή μετάνοια είναι η αλλαγή του νου προσπάθεια αλλαγής δρόμου και διόρθωση του λάθους, Ενώ μεταμέλεια η απλή μεταστροφή της σκέψης χωρίς καμιά πραγματική διόρθωση των αστοχιών του παρελθόντος. Εν προκειμένου ο Ιούδας κατάλαβε το λάθος του και αντί να το διορθώσει κάνει το χειρότερο, ενώ ο Πέτρος ζητά συγνώμη μετά δακρύων.
Η αυτοκτονία είναι το αποτέλεσμα της απελπισίας που προέρχεται από τον υπέρτατο εγωισμό.
ΤΗ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΠΕΜΠΤΗ
Εἰς τὴν Λειτουργίαν
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ Πάσχα γίνεται, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι. … Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος ᾿Ιούδας ᾿Ισκαριώτης, πρὸς τοὺς Ἀρχιερεῖς, εἶπε· Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια. Καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν, ἵνα αὐτὸν παραδῷ. Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ Μαθηταὶ τῷ ᾿Ιησοῦ, λέγοντες αὐτῷ· Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; ἤγγιζε ἡ ἑορτὴ τῶν ἀζύμων, ἡ λεγομένη Πάσχα·
Καὶ ἀπέστειλε Πέτρον καὶ ᾿Ιωάννην, εἰπών· Πορευθέντες, ἑτοιμάσατε ἡμῖν τὸ Πάσχα, ἵνα φάγωμεν. Οἱ δὲ εἶπον αὐτῷ· ποῦ θέλεις ἑτοιμάσωμεν; Ὁ δὲ εἶπεν αὐτοῖς· Ἰδοὺ, εἰσελθόντων ὑμῶν εἰς τὴν Πόλιν, συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν, οὗ εἰσπορεύεται, καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας· Λέγει σοι ὁ Διδάσκαλος· Ποῦ ἐστι τὸ κατάλυμα, ὅπου τὸ Πάσχα μετὰ τῶν Μαθητῶν μου φάγω; Κἀκεῖνος ὑμῖν δείξει ἀνώγαιον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε. Ἀπελθόντες δὲ εὗρον καθὼς εἴρηκεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ Πάσχα…
Εἰδὼς ὁ ᾿Ιησοῦς ὅτι πάντα δέδωκεν αὐτῷ ὁ Πατὴρ,… ἐγείρεται ἐκ τοῦ δείπνου, καὶ τίθησι τὰ ἱμάτια, καὶ λαβὼν λέντιον, διέζωσεν ἐαυτόν. Εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν Μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ, ᾧ ἦν διεζωσμένος. Ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον, καὶ λέγει αὐτῷ ἐκεῖνος· Κύριε, σύ μου νίπτεις τοὺς πόδας; Ἀπεκρίθη ὁ ᾿Ιησοῦς καὶ εἶπεν αὐτῷ· Ὅ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα. Λέγει αὐτῷ Πέτρος· οὐ μὴ νίψῃς τοὺς πόδας μου εἰς τὸν αἰῶνα. Ἀπεκρίθη αὐτῷ ὁ ᾿Ιησοῦς· Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ᾿ ἐμοῦ. Λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν. … Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσε, καὶ οἱ δώδεκα Ἀπόστολοι σὺν αὐτῷ, καὶ εἶπε πρὸς αὐτούς· Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ᾿ ὑμῶν, πρὸ τοῦ με παθεῖν· Λέγω γὰρ ὑμῖν, ὅτι οὐκέτι οὐ μὴ φάγω ἐξ αὐτοῦ, ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. Καὶ δεξάμενος τὸ ποτήριον, εὐχαριστήσας εἶπε· Λάβετε τοῦτο, καὶ διαμερίσατε ἑαυτοῖς· λέγω γὰρ ὑμῖν, ὅτι οὐ μὴ πίω ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου ἕως ὅτου ἡ βασιλεία τοῦ Θεοῦ ἔλθῃ. Καὶ λαβὼν ἄρτον, εὐχαριστήσας ἔκλασε, καὶ ἔδωκεν αὐτοῖς, λέγων· Τοῦτό ἐστι τὸ σῶμά μου, τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὡσαύτως καὶ τὸ ποτήριον, μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον, ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον.
… Καὶ ὑμνήσαντες, ἐξῆλθον εἰς τὸ ὄρος τῶν Ἐλαιῶν. Τότε λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ·… Ἀποκριθεὶς δὲ ὁ Πέτρος, εἶπεν αὐτῷ· Εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ δὲ οὐδέποτε σκανδαλισθήσομαι. Ἔφη αὐτῷ ὁ ᾿Ιησοῦς· Ἀμὴν λέγω σοι· ὅτι ἐν ταύτῃ τῇ νυκτὶ, πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με. … Τότε ἔρχεται μετ᾿ αὐτῶν ὁ ᾿Ιησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανῆ, καὶ λέγει τοῖς Μαθηταῖς αὐτοῦ· καθίσατε αὐτοῦ ἕως οὗ ἀπελθὼν προσεύξωμαι ἐκεῖ. Καὶ παραλαβὼν τὸν Πέτρον, καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου, ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. Τότε λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε, καὶ γρηγορεῖτε μετ᾿ ἐμοῦ. Καὶ προελθὼν μικρὸν, ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ, προσευχόμενος, καὶ λέγων· Πάτερ μου, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ᾿ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾿ ὡς σύ. Ὤφθη δὲ αὐτῷ Ἄγγελος ἀπ᾿ οὐρανοῦ, ἐνισχύων αὐτόν. Καὶ γενόμενος ἐν ἀγωνίᾳ, ἐκτενέστερον προσηύχετο. ἐγένετο δὲ ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν. Καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς, ἔρχεται πρὸς τοὺς Μαθητὰς, καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας καὶ λέγει τῷ Πέτρῳ· Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ᾿ ἐμοῦ! Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. Πάλιν ἐκ δευτέρου ἀπελθὼν, προσηύξατο λέγων· Πάτερ μου, εἰ οὐ δύναται τοῦτο τὸ ποτήριον παρελθεῖν ἀπ᾿ ἐμοῦ, ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου. Καὶ ἐλθὼν εὑρίσκει αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ οἱ ὀφθαλμοὶ αὐτῶν βεβαρημένοι. Καὶ ἀφεὶς αὐτοὺς, ἀπελθὼν πάλιν, προσηύξατο ἐκ τρίτου, τὸν αὐτὸν λόγον εἰπών. Τότε ἔρχεται πρὸς τοὺς Μαθητὰς αὐτοῦ, καὶ λέγει αὐτοῖς· Καθεύδετε τὸ λοιπὸν, καὶ ἀναπαύεσθε! ἰδοὺ ἤγγικεν ἡ ὥρα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν. Ἐγείρεσθε, ἄγωμεν· ἰδοὺ, ἤγγικεν ὁ παραδιδούς με. Καὶ ἔτι αὐτοῦ λαλοῦντος, ἰδοὺ ᾿Ιούδας εἷς τῶν δώδεκα, ἦλθε, καὶ μετ᾿ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, ἀπὸ τῶν Ἀρχιερέων καὶ Πρεσβυτέρων τοῦ λαοῦ. Ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων· Ὅν ἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτόν. Καὶ εὐθέως προσελθὼν τῷ ᾿Ιησοῦ, εἶπε· Χαῖρε, Ῥαββί· καὶ κατεφίλησεν αὐτόν. Ὁ δὲ Ιησοῦς εἶπεν αὐτῷ· Ἑταῖρε, ἐφ᾿ ᾧ πάρει. Τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν ᾿Ιησοῦν, καὶ ἐκράτησαν αὐτόν.
Καὶ ἰδοὺ, εἷς τῶν μετὰ ᾿Ιησοῦ, ἐκτείνας τὴν χεῖρα, ἀπέσπασε τὴν μάχαιραν αὐτοῦ, καὶ πατάξας τὸν δοῦλον τοῦ Ἀρχιερέως, ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. Τότε λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ἀπόστρεψόν σου τὴν μάχαιραν εἰς τὸν τόπον αὐτῆς· πάντες γὰρ οἱ λαβόντες μάχαιραν, ἐν μαχαίρᾳ ἀποθανοῦνται. … Τότε οἱ Μαθηταὶ πάντες, ἀφέντες αὐτὸν, ἔφυγον. Οἱ δὲ κρατήσαντες τὸν ᾿Ιησοῦν, ἀπήγαγον πρὸς Καῑάφαν τὸν Ἀρχιερέα, ὅπου οἱ Γραμματεῖς καὶ οἱ Πρεσβύτεροι συνήχθησαν. Ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν, ἕως τῆς αὐλῆς τοῦ Ἀρχιερέως, καὶ εἰσελθὼν ἔσω, ἐκάθητο μετὰ τῶν ὑπηρετῶν, ἰδεῖν τὸ τέλος. Οἱ δὲ Ἀρχιερεῖς καὶ οἱ Πρεσβύτεροι, καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ ᾿Ιησοῦ, ὅπως θανατώσωσιν αὐτόν· καὶ οὐχ εὗρον· καὶ πολλῶν ψευδομαρτύρων προσελθόντων, οὐχ εὗρον. Ὕστερον δὲ προσελθόντες δύο ψευδομάρτυρες, εἶπον· Οὗτος ἔφη· Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ Θεοῦ, καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι αὐτόν. Καὶ ἀναστὰς ὁ Ἀρχιερεὺς, εἶπεν αὐτῷ· Οὐδὲν ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν; Ὁ δὲ ᾿Ιησοῦς ἐσιώπα. Καὶ ἀποκριθεὶς ὁ Ἀρχιερεὺς, εἶπεν αὐτῷ· Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος, ἵνα ἡμῖν εἴπῃς, εἰ σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ. Λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· Σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπ᾿ ἄρτι ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. Τότε ὁ Ἀρχιερεὺς διέρρηξε τὰ ἱμάτια αὐτοῦ, λέγων· ὅτι ἐβλασφήμησε· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἴδε, νῦν ἠκούσατε τὴν βλασφημίαν αὐτοῦ· τί ὑμῖν δοκεῖ; Οἱ δὲ ἀποκριθέντες, εἶπον· ἔνοχος θανάτου ἐστί. Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐρράπισαν, λέγοντες· Προφήτευσον ἡμῖν, Χριστέ, τίς ἐστιν ὁ παίσας σε; ῾Ο δὲ Πέτρος ἔξω ἐκάθητο ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη, λέγουσα· Καὶ σὺ ἦσθα μετὰ ᾿Ιησοῦ τοῦ Γαλιλαίου. Ὁ δὲ ἠρνήσατο ἔμπροσθεν αὐτῶν πάντων, λέγων· Οὐκ οἶδα τί λέγεις. Ἐξελθόντα δὲ αὐτὸν εἰς τὸν πυλῶνα, εἶδεν αὐτὸν ἄλλη, καὶ λέγει τοῖς ἐκεῖ· καὶ οὗτος ἦν μετὰ ᾿Ιησοῦ τοῦ Ναζωραίου. Καὶ πάλιν ἠρνήσατο μεθ᾿ ὅρκου ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον. Μετὰ μικρὸν δὲ προσελθόντες, οἱ ἑστῶτες, εἶπον τῷ Πέτρῳ· ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ· καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ. Τότε ἤρξατο καταναθεματίζειν καὶ ὀμνύειν, ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον. Καὶ εὐθέως ἀλέκτωρ ἐφώνησε. Καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος ᾿Ιησοῦ εἰρηκότος αὐτῷ· ὅτι πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με. Καὶ ἐξελθὼν ἔξω, ἔκλαυσε πικρῶς. Πρωΐας δὲ γενομένης, συμβούλιον ἔλαβον πάντες οἱ Ἀρχιερεῖς καὶ οἱ Πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ ᾿Ιησοῦ, ὥστε θανατῶσαι αὐτόν· Καὶ δήσαντες αὐτὸν, ἀπήγαγον, καὶ παρέδωκαν αὐτὸν Ποντίῳ Πιλάτῳ τῷ ἡγεμόνι.
Τρομακτικο
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου